Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.107.3 | Hdt. 6.108.4 (English) | >>Hdt. 6.109.2 |
6.108.2 πιεζεύμενοι ὑπὸ Θηβαίων οἱ Πλαταιέες ἐδίδοσαν πρῶτα παρατυχοῦσι Κλεομένεΐ τε τῷ Ἀναξανδρίδεω καὶ Λακεδαιμονίοισι σφέας αὐτούς . οἱ δὲ οὐ δεκόμενοι ἔλεγόν σφι τάδε · “ἡμεῖς μὲν ἑκαστέρω τε οἰκέομεν , καὶ ὑμῖν τοιήδε τις γίνοιτʼ ἂν ἐπικουρίη ψυχρή · φθαίητε γὰρ ἂν πολλάκις ἐξανδραποδισθέντες ἤ τινα πυθέσθαι ἡμέων .
6.108.3 συμβουλεύομεν δὲ ὑμῖν δοῦναι ὑμέας αὐτοὺς Ἀθηναίοισι , πλησιοχώροισι τε ἀνδράσι καὶ τιμωρέειν ἐοῦσι οὐ κακοῖσι .” ταῦτα συνεβούλευον οἱ Λακεδαιμόνιοι οὐ κατὰ τὴν εὐνοίην οὕτω τῶν Πλαταιέων ὡς βουλόμενοι τοὺς Ἀθηναίους ἔχειν πόνους συνεστεῶτας Βοιωτοῖσι .
6.108.4 Λακεδαιμόνιοι μέν νυν Πλαταιεῦσι ταῦτα συνεβούλευον , οἱ δὲ οὐκ ἠπίστησαν , ἀλλʼ Ἀθηναίων ἱρὰ ποιεύντων τοῖσι δυώδεκα θεοῖσι ἱκέται ἱζόμενοι ἐπὶ τὸν βωμὸν ἐδίδοσαν σφέας αὐτούς . Θηβαῖοι δὲ πυθόμενοι ταῦτα ἐστρατεύοντο ἐπὶ τοὺς Πλαταιέας , Ἀθηναῖοι δέ σφι ἐβοήθεον .
6.108.5 μελλόντων δὲ συνάπτειν μάχην Κορίνθιοι οὐ περιεῖδον , παρατυχόντες δὲ καὶ καταλλάξαντες ἐπιτρεψάντων ἀμφοτέρων οὔρισαν τὴν χώρην ἐπὶ τοισίδε , ἐᾶν Θηβαίους Βοιωτῶν τοὺς μὴ βουλομένους ἐς Βοιωτοὺς τελέειν . Κορίνθιοι μὲν δὴ ταῦτα γνόντες ἀπαλλάσσοντο , Ἀθηναίοισι δὲ ἀπιοῦσι ἐπεθήκαντο Βοιωτοί , ἐπιθέμενοι δὲ ἑσσώθησαν τῇ μάχῃ .
6.108.6 ὑπερβάντες δὲ οἱ Ἀθηναῖοι τοὺς οἱ Κορίνθιοι ἔθηκαν Πλαταιεῦσι εἶναι οὔρους , τούτους ὑπερβάντες τὸν Ἀσωπὸν αὐτὸν ἐποιήσαντο οὖρον Θηβαίοισι πρὸς Πλαταιέας εἶναι καὶ Ὑσιάς . ἔδοσαν μὲν δὴ οἱ Πλαταιέες σφέας αὐτοὺς Ἀθηναίοισι τρόπῳ τῷ εἰρημένῳ , ἧκον δὲ τότε ἐς Μαραθῶνα βοηθέοντες .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.107.3 | Hdt. 6.108.4 (English) | >>Hdt. 6.109.2 |